Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.41 Dem. 45.44 (English) >>Dem. 45.47

45.43ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα, οὔτʼ αὐτὸν τοῦτον οὔτʼ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω. ἀκούω δʼ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν, ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος, οὐχὶ μαρτυρίας, καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον, οὐ πάντων τῶν γεγραμμένων, εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων μή, καὶ εἰ μὴ ἐδεχόμην ἐγώ· ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει, τὰ δʼ ἄλλʼ ἐκεῖνον προκαλεῖσθαι, εἰ δʼ ἐστὶν μὴ ταῦτα, οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν. 45.44πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρʼ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθʼ ὅτι διὰ ταῦθʼ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. τότʼ οὖν αὐτὸν ἔδει ταῦτʼ ἀπαλείφειν κελεύειν νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν. 45.45ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτʼ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. οὐ δήπου. οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θʼ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει; ἀλλʼ οὐχ οὕτω ταῦτʼ οὔθʼ νόμος διεῖλεν οὔθʼ ὑμῖν ἀκούειν προσήκει· ἀλλʼ ἐκεῖνʼ ἁπλοῦν καὶ δίκαιον. τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθʼ ὡς ἀληθῆ δείκνυε. καὶ γὰρ ἀντιγέγραψαι ταῦταἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα”, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.41 Dem. 45.44 (English) >>Dem. 45.47

Powered by PhiloLogic